Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.347 Joseph. AJ 17.352 (English) >>Joseph. AJ 17.355

17.349

Παραπλήσια δὲ καὶ Γλαφύρᾳ τῇ γυναικὶ αὐτοῦ συντυγχάνει βασιλέως Ἀρχελάου θυγατρὶ οὔσῃ, καὶ πρότερον εἶπον συνῴκει παρθένον λαβὼν Ἀλέξανδρος Ἡρώδου μὲν υἱὸς Ἀρχελάου δʼ ἀδελφός. ἐπεὶ δὲ συμβαίνει τὸν Ἀλέξανδρον ὑπὸ τοῦ πατρὸς τελευτῆσαι, 17.350Ἰόβᾳ τῷ Λιβύων βασιλεῖ γαμεῖται, μεταστάντος δὲ τοῦ Λίβυος χηρεύουσαν ἐν Καππαδοκίᾳ παρὰ τῷ πατρὶ Ἀρχέλαος ἄγεται τὴν συνοῦσαν αὐτῷ Μαριάμμην ἐκβαλών· τοσόσδε τῆς Γλαφύρας ἀνέστρεψεν ἔρως. 17.351καὶ συνοικοῦσα τῷ Ἀρχελάῳ τοιόνδε ὄναρ θεᾶται· ἐδόκει τὸν Ἀλέξανδρον ἐπιστάντα θεασαμένη χαίρειν καὶ περιβάλλειν προθύμως, τὸν δὲ κατάμεμψίν τε αὐτῆς ποιεῖσθαι καὶ φάναι· 17.352Γλαφύρα, συνηγορεῖς ἄρα λόγῳ, ὃς ἄπιστα ἔλεγεν εἶναι γυναιξίν, εἰ συνομόσασά τέ μοι καὶ συγκατοικισθεῖσα παρθένος παίδων ἡμῖν γεγονότων λήθῃ παραδίδως ἔρωτας τοὺς ἐμοὺς δευτέρων ἐπιθυμίᾳ γάμων. πληθώρα δέ σοι οὐδʼ οὕτως ὕβρεως, ἀλλὰ καὶ τρίτον ἐτόλμησας σαυτῇ παρακατακλῖναι νυμφίον ἀπρεπῶς καὶ ἀναισχύντως ἐπεισιοῦσα οἴκῳ τῷ ἐμῷ, καὶ γάμον συντιθεμένη πρὸς Ἀρχέλαον ἄνδρα μὲν σεαυτῆς ἀδελφὸν δὲ ἡμέτερον. 17.353ἀλλʼ οὐκ ἔγωγε λήθην ποιήσομαι εὐνοίας τῆς σῆς, ἀπαλλάξω δέ σε παντὸς τοῦ ὀνειδιοῦντος ἐμὴν ὥσπερ ἦν κατασκευασάμενος.” ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετʼ ὀλίγας ἡμέρας τελευτᾷ τὸν βίον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.347 Joseph. AJ 17.352 (English) >>Joseph. AJ 17.355

Powered by PhiloLogic